Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.214 Joseph. AJ 11.219 (English) >>Joseph. AJ 11.224

11.217τοῦ δὲ διὰ σωφροσύνην καὶ δικαιοσύνην παρʼ ἐμοὶ τὴν πρώτην μοῖραν δόξης καὶ τιμῆς ἔχοντος καὶ μετʼ ἐμὲ δευτέρου διὰ πίστιν καὶ βέβαιον εὔνοιαν Ἀμάνου κηδεμονικῶς ὑποδείξαντός μοι παντάπασιν ἀνθρώποις ἀναμεμῖχθαι δυσμενὲς ἔθνος καὶ τοῖς νόμοις ἀλλόκοτον καὶ τοῖς βασιλεῦσιν ἀνυπότακτον καὶ παρηλλαγμένον τοῖς ἔθεσι καὶ τὴν μοναρχίαν μισοῦν καὶ δύσνουν τοῖς ἡμετέροις πράγμασι, 11.218κελεύω τοὺς δηλουμένους ὑπὸ τοῦ δευτέρου μου πατρὸς Ἀμάνου πάντας σὺν γυναιξὶ καὶ τέκνοις ἀπολέσαι μηδεμίαν φειδῶ ποιησαμένους, μηδʼ ἐλέῳ πλέον τοῖς ἐπεσταλμένοις πεισθέντας παρακοῦσαι τῶν γεγραμμένων. 11.219καὶ τοῦτο γενέσθαι βούλομαι τῇ τετράδι καὶ δεκάτῃ τοῦ δωδεκάτου μηνὸς τοῦ ἐνεστῶτος ἔτους, ὅπως οἱ πανταχόθεν ἡμῖν πολέμιοι μιᾷ ἡμέρᾳ διαφθαρέντες τοῦ λοιποῦ μετʼ εἰρήνης 11.220ἡμῖν τὸν βίον διάγειν παρέχωσι.” τούτου κομισθέντος τοῦ προστάγματος εἰς τὰς πόλεις καὶ τὴν χώραν ἕτοιμοι πάντες ἐπὶ τὴν τῶν Ἰουδαίων ἀπώλειαν εἰς τὴν προειρημένην ἡμέραν ἐγίνοντο· ἐσπεύδετο δὲ τοῦτο καὶ ἐν τῇ Σούσῃ. μὲν οὖν βασιλεὺς καὶ Ἀμάνης πρὸς εὐωχίαις καὶ πότοις ἦσαν, ἐν ταραχῇ δʼ ἦν πόλις. 11.221

δὲ Μαρδοχαῖος μαθὼν τὸ γινόμενον περιρρηξάμενος τὴν ἐσθῆτα καὶ σάκκον ἐνδυσάμενος καὶ καταχεάμενος σποδιὰν διὰ τῆς πόλεως ἐφέρετο βοῶν, ὅτι μηδὲν ἀδικῆσαν ἔθνος ἀναιρεῖται, καὶ τοῦτο λέγων ἕως τῶν βασιλείων ἦλθεν καὶ πρὸς αὐτοῖς ἔστη· οὐ γὰρ ἐξῆν εἰσελθεῖν αὐτῷ τοιοῦτον περικειμένῳ σχῆμα.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.214 Joseph. AJ 11.219 (English) >>Joseph. AJ 11.224

Powered by PhiloLogic